Τετάρτη, 26 Δεκεμβρίου 2012

ΔΕΚΑ ΤΕΣΣΕΡΙΣ ΧΙΛΙΑΔΕΣ ΑΓΙΑ ΝΗΠΙΑ, ΥΠΟ ΗΡΩΔΟΥ ΑΝΑΙΡΕΘΕΝΤΑ, ΜΑΡΤΥΡΕΣ



 


ΟΛΙΓΑ ΤΙΝΑ ΠΕΡΙ ΤΗΣ ΗΜΕΡΑΣ


Την μνήμην των παιδιών, που σκότωσε ο Ηρώδης τιμά σήμερα η Εκκλησία.
Το ιστορικό του εγκλήματος το διηγείται ο Ευαγγελιστής: "ανείλε πάντας τους παίδας τους εν Βηθλεέμ και εν πάσι τοις ορίοις αυτής από διετούς και κατωτέρω...". Το απαίσιο έγκλημα μένει στην Ιστορία σαν ορόσημο της θέσεως του παιδιού στη ζωή πριν και μετά τον Χριστό.
Η αγάπη προς το παιδί και η πρόνοια για την παιδική ηλικία είναι και τούτα προσφορά του Χριστιανισμού στον πολιτισμό των λαών.
Η Εκκλησία στο πρόσωπο κάθε νηπίου βλέπει την εικόνα του Θεού και την μορφή του νηπιάσαντος θείου Λόγου.
Η γέννηση κι η ανατροφή του παιδιού συνοδεύονται από την Εκκλησία με ειδικές ευχές, η Παναγία είναι το πρότυπο της μητρικής στοργής κι ο Άγιος Στυλιανός ο προστάτης των βρεφών.
Ακόμη κι η εξόδιος Ακολουθία για τα νήπια είναι ξεχωριστή: "Ω τις μη θρηνήση, τέκνον μου, την εκ του βίου ημών πενθηράν σου μετάστασιν;".



Όταν οι Μάγοι δεν επέστρεψαν στον Ηρώδη να του πουν, πού είναι ο Χριστός, ο πονηρός αυτός βασιλιάς μηχανεύθηκε άλλο σχέδιο για να εξοντώσει το Θείο Βρέφος.
Είχε ακούσει ότι, σύμφωνα με τις Γραφές, τόπος γέννησης του Χριστού θα ήταν ή Βηθλεέμ. 


Επειδή όμως δε γνώριζε ποιος ήταν ο Ιησούς αν βρισκόταν μέσα στη Βηθλεέμ ή στα περίχωρα της και επειδή συμπέρανε, σύμφωνα με τους Μάγους, ότι το παιδί θα ήταν κάτω από δύο χρονών, έδωσε διαταγή να σφαγούν όλα τα παιδιά της Βηθλεέμ και των περιχώρων της, μέχρι της ηλικίας των δύο ετών.

Η σφαγή έγινε ξαφνικά, ώστε να μη μπορέσουν οι οικογένειες να απομακρυνθούν με τα βρέφη τους.
Και οι δυστυχισμένες μητέρες είδαν να σφάζονται τα παιδιά τους μέσα στις ίδιες τις αγκαλιές τους. (Ιερ. λη’, 15 και Ματθ. θ’, 13-18).


Η χριστιανική Εκκλησία, πολύ σωστά ανακήρυξε Άγια τα σφαγιασθέντα αυτά παιδιά, διότι πέθαναν σε μία αθώα ηλικία και υπήρξαν κατά κάποιο τρόπο οι πρώτοι μάρτυρες του χριστιανισμού.
Μπορεί βέβαια να μη βαπτίσθηκαν εν ύδατι, βαπτίσθηκαν όμως, μέσα στο ίδιο ευλογημένο αίμα του μαρτυρίου τους.



Απολυτίκιο.
Ήχος α’. Τον τάφον σου Σωτήρ. 
Ως θύματα δεκτά, ως νεόδρεπτα ρόδα και θεία απαρχή, και νεόθυτοι άρνες, Χριστώ τω ώσπερ νήπιον, γεννηθέντι προσήχθητε, αγνά Νήπια, την του Ηρώδου κακίαν, στηλιτεύοντα και δυσωπούντα απαύστως, υπέρ των ψυχών ημών.

Κοντάκιον.
Ήχος πλ. β’. Την υπέρ ημών.
Εν τη Βηθλεέμ, τεχθέντος του Βασιλέως, εξ Ανατολών, συν δώροις ήκασι Μάγοι, δι’ αστέρος εξ ύψους οδηγούμενοι, αλλ’ Ηρώδης εκταράσσεται, και θερίζει τα Νήπια, ώσπερ σίτον οδυρόμενος, ότι το κράτος αυτού, καθαιρείται ταχύ.

Μεγαλυνάριον.Βρέφη απειρόκακα και αγνά, τω εκ της Παρθένου, νηπιάσαντι εκοντί, ήχθησαν σφαγέντα, ως άμωμοι θυσίαι, διό την του Ηρώδου, κακίαν φύγωμεν.


Παρακλητικός Κανών στα Άγια Νήπια της Βηθλεέμ



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ταῖς τῶν ἁγίων σου Νηπίων πρεσβείαις, τῶν ὡς θυσίαν λογικήν προσαχθέντων, τῷ ἐκ Παρθένου τόκω σου φιλάνθρωπε, λύτρωσαι τούς δούλους σου, πολυτρόπων κινδύνων,
δίδου δέ Σωτήρ ἠμῶν, ὀφλημάτων τήν λύσιν, καί βασιλείας τῆς τῶν οὐρανῶν, ἠμᾶς ἀξίωσον, Δέσποτα Κύριε.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἰσχύϊ νευρούμενοι θεϊκή, οἱ ἄκακοι Παῖδες, τοῦ Ἡρώδου τήν χαλεπήν, ἤσχυναν κακίαν καί αἰτοῦνται, παρά Κυρίου ἠμίν θεῖον ἔλεος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τήν ἄκακον φύσιν τῶν νεογνῶν, ἐδέξω Οἰκτίρμον, ὥσπερ ἄμωμον προσφοράν, ἀδίκως σφαγέντων πάρ΄ Ἡρώδου, δί΄ ὧν γενοῦ καί ἠμίν Σῶτερ ἴλεως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, Ἀγγέλων ἡ δόξα, καί ἀνθρώπων καταφυγή, δίδου μετανοίας ἀφορμᾶς μοί, ἴνα ρυσθῶ τῶν παγίδων τοῦ ὄφεως.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἱερώτατος δῆμος, νεοσφαγῆ θύματα, οἴα νεομάρτυρες θεῖοι, σοί προσηνέχθησαν, Σῶτερ φιλάνθρωπε, ὧν ταῖς λιταῖς ἠμίν πάσι, δίδου τά ἐλέη σου, τοῖς σοί λατρεύουσι.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Συντριβεῖς τή ἀπάτη, τοῦ δυσμενοῦς δράκοντος, Νήπια ἁγνά καταφεύγω ὑμῶν τή χάριτι, ὡς ἄν ρυσθῶ τῆς φθορᾶς, ὑμῶν θερμαῖς ἰκεσίαις, πρός τόν προσδεξάμενον, ὑμῶν τά αἵματα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νηπιόφρονα γνώμην, νοΐ σαθρῶ ἔσχηκα, καί ἀπεμακρύνθην Κυρίου, πράττων τά ἄτοπα Νήπια ἄμωμα, δότε μοί φρόνησιν θείαν, ὡς ἄν τῷ θελήματι, Θεοῦ πορεύσωμαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ Θεόν τετοκυία, δίχα φθορᾶς Ἄχραντε, καί μετά τόν ἄσπορον τόκον, παρθένος μείνασα, ρύσαι μέ Δέσποινα, φθοροποιῶν νοημάτων, καί τόν νοῦν μου πλήρωσον, θείας φρονήσεως.
Διασωσον ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτίρμον, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τούς ἐκζητούντας, τό ἄμετρον ἔλεός σου.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Νηπίων πληθύς, ἁγίων πολυάριθμε, Χριστόν τόν Θεόν, τόν ἐν ἐλέει πλούσιον, διά παντός πρεσβεύετε, διδόναι ἠμίν παθῶν λύτρωσιν, καί βασιλείας τῆς τῶν οὐρανῶν, τυχεῖν τούς
ὑμᾶς θερμῶς γεραίροντας.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Πληθύς θεία, προσήχθη σοί, τῶν ἀπειροκάκων Νηπίων Κύριε, ὧν τά αἵματα δεξάμενος, κάθαρον ἠμᾶς πάσης μολύνσεως.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἰσχύν θείαν λαμβάνομεν μέλποντες ἐν πίστει ὑμῶν τήν ἄθλησιν, ἡλικία νηπιάζουσα, ἤν ὑπέρ Κυρίου ὑπεμείνατε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὥσπερ ρόδα νεοδρεπτα, Νήπια ἁγνά ἠμίν διαπνέετε, τήν ὀσμήν τῆς θείας χάριτος, δυσωδίαν πάσαν ἀπελαύνουσαν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νεκρωθέντα μέ πάθεσιν, ἔγειρον Παρθένε τή σή χρηστότητι, καί μετάνοιαν μοί δώρησαι, καν ἐν γήρα Δέσποινα καί σῶσον μέ.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Σθένωσον ἠμῶν, τήν διάνοιαν Φιλάνθρωπε, τῶν ἁγίων σου Νηπίων ταῖς λιταῖς, τῶν σφαγέντων πάρ΄Ἡρώδου τοῦ παράφρονος.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ὥσπερ προσφοραί, τῷ τεχθέντι οἴα νήπιον, προσηνέχθητε ὤ Νήπια ἁγνά, ἑξαιτοῦνται ἠμίν πάσι τά σωτήρια.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τίμιος ὑμῶν, ἀληθῶς ὤφθη ὁ θάνατος, ἐναντίον τοῦ Παντάνακτος Χριστοῦ, ἀπειρόκακε χορεία νηπιάζουσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ηὔγασας ἠμίν, φῶς ἀνέσπερον τῷ τόκω σου, Θεοτόκε διο σκέδασον καμού, τήν ὁμίχλην τῶν παθῶν τή φωταυγεία σου.

Ὠδή ς΄. Τήν δέησιν.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ρευμάτων, ὑμῶν αἱμάτων τοῖς ρείθροις, ἀπειρόκακοι καί ἅγιοι Παῖδες, ἡ τοῦ πανώλους Ἡρώδου μανία, κατεποντίσθη εἰς τέλος καί ὤφθησαν, τή Ἐκκλησία τοῦ Χριστοῦ, δροσισμός
ἀφθαρσίας καί χάριτος.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Μαρτύρων, ὡς συνημμένοι τοῖς δήμοις, ἀπειρόκακοι καί ἅγιοι Παῖδες, διά παντός σύν αὐτοῖς δυσωπεῖτε, ὑπέρ ἠμῶν τόν φιλάνθρωπον Κύριον, ὡς ἄν πταισμάτων ἱλασμόν, καί
παθῶν ἀπολύτρωσιν εὔρωμεν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐν κόλποις, τοῦ Ἀβραάμ αἰωνίως, ἀγαλλόμενοι μακάριοι Παῖδες, καί φωτισμοῦ ἐντρυφῶντες ἀΰλου, ἐκ σκοτασμοῦ παθημάτων λυτρώσασθε, τούς μακαρίζοντας ὑμᾶς, ὡς
Κυρίου νεοθυτα θύματα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σωτήρα, καί λυτρωτήν τετοκυΐα, τῶν ἀνθρώπων Ἀειπάρθενε Κόρη, τόν Ποιητήν τῶν ἁπάντων καί κτίστην, τῆς κακουργίας τοῦ ὄφεως ρύσαι μέ, καί σῶσον μέ ὡς συμπαθής, τῆς
δεινῶς τυραννούσης μέ ἕξεως.
Διασωσον ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτίρμον, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τούς ἐκζητούντας τό ἄμετρον ἔλεός σου.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἔπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.



Αἴτησις καί τό Κοντάκιον Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ὥσπερ νεοθυτοι ἄρνες ἐτύθητε, τῷ ἐκ Παρθένου τεχθέντι νεάνιδες, κτανθέντες ἀδίκως μακάριοι, καί τοῖς Ἀγγέλοις ὡς Παῖδες συνήφθητε, ἠμίν τόν Χριστόν ἰλεούμενοι.

Προκείμενον.
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἄψηται αὐτῶν βάσανος.
Στίχ.: Εὐφρανθήσονται δίκαιοι ἐν Κυρίω.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον β΄ 13-23.
Ἀναχωρησάντων τῶν μάγων, ἰδού ἄγγελος Κυρίου φαίνεται κάτ΄ ὄναρ τῷ Ἰωσήφ λέγων, Ἐγερθεῖς παράλαβε τό παιδίον καί τήν μητέρα αὐτοῦ καί φεῦγε εἰς Αἴγυπτον, καί ἴσθι ἐκεῖ
ἕως ἄν εἴπω σοί, μέλλει γάρ Ἡρώδης ζητεῖν τό παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δέ ἐγερθεῖς παρέλαβε τό παιδίον καί τήν μητέρα αὐτοῦ νυκτός καί ἀνεχώρησεν εἰς Αἴγυπτον, καί ἤν
ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἴνα πληρωθῆ τό ρηθέν ὑπό τοῦ Κυρίου διά τοῦ προφήτου λέγοντος, Ἐξ Αἰγύπτου ἐκάλεσα τόν υἱόν μου. Τότε Ἡρώδης ἰδών ὅτι ἐνεπαίχθη ὑπό τῶν
μάγων, ἐθυμώθη λίαν, καί ἀποστείλας ἀνεῖλε πάντας τούς παίδας τούς ἐν Βηθλεέμ καί ἐν πάσι τοῖς ὀρίοις αὐτῆς ἀπό διετοῦς καί κατωτέρω, κατά τόν χρόνον ὄν ἠκρίβωσε παρά τῶν
μάγων. Τότε ἐπληρώθη τό ρηθέν ὑπό Ἱερεμίου τοῦ προφήτου λέγοντος, Φωνή ἐν Ραμά ἠκούσθη, θρῆνος καί κλαυθμός καί ὀδυρμός πολύς, «Ραχήλ κλαίουσα τά τέκνα αὐτῆς, καί
οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δέ τοῦ Ἡρώδου ἰδού ἄγγελος Κυρίου κάτ΄ ὄναρ φαίνεται τῷ Ἰωσήφ ἐν Αἰγύπτω λέγων, Ἐγερθεῖς παράλαβε τό παιδίον καί
τήν μητέρα αὐτοῦ καί πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γάρ οἱ ζητοῦντες τήν ψυχήν τοῦ παιδίου. Ὁ δέ ἐγερθεῖς παρέλαβε τό παιδίον καί τήν μητέρα αὐτοῦ καί ἦλθεν εἰς γῆν
Ἰσραήλ. Ἀκούσας δέ ὅτι Ἀρχέλαος βασιλεύει ἐπί τῆς Ἰουδαίας ἀντί Ἡρώδου τοῦ πατρός αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν, χρηματισθεῖς δέ κάτ΄ ὄναρ ἀνεχώρησεν εἰς τά μέρη τῆς
Γαλιλαίας, καί ἐλθῶν κατώκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῆ τό ρηθέν διά τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Δόξα σοί, Κύριε, δόξα σοί.
Ἦχος β΄.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν σῶν Νηπίων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σφάγια ὡς ἄμωμα, τῷ ἐκ Παρθένου τεχθέντι, ἀληθῶς προσήχθητε, τῶν Νηπίων ὅμιλος ὁ μακάριος, καί ζωῆς κρείττονος, καί ὑπερκοσμίου, σύν Ἀγγέλοις ἠξιώθητε, μέθ΄ὧν
πρεσβεύσατε, τῷ παμβασιλεῖ καί Θεῶ ἠμῶν, πταισμάτων δοῦναι ἄφεσιν, καί τῶν πειρασμῶν ἀπολύτρωσιν, τοῖς ὑμνολογούσιν, τήν ἄθλησιν ὑμῶν τήν ἱεράν, δί΄ἤς Ἡρώδου
καθείλετε, μένος τό ὀλέθριον.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῶν σῶν Νηπίων Σφαγιασθέντων ὑπό τοῦ Ἡρώδου,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ὥσπερ θήρ ὁ Ἡρώδης, ἐφορμήσας τούς Παίδας πικρῶς ἐθέρισεν, ἄλλ΄οὗτοι ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ σκιρτῶσι, καί χορεύουσι ψάλλοντες, Ὁ τῶν πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὁ μακάριος δῆμος, ὁ τῶν ἁγίων Νηπίων πικρῶς σφαττόμενος, συνήφθη τοῖς Ἀγγέλοις, καί ἱλασμόν αἰτεῖται, τοῖς βοῶσιν ἑκάστοτε, Ὁ τῶν πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νεκρωθεῖς τή κακία, ἁμαρτίας τή κλίνη ἤδη κατακεῖμαι, ἄλλ΄ὤ Θεογεννῆτορ, ὡς τήν ζωήν τεκοῦσα, ἑξανάστησον ψάλλοντα, ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Ὠδή ἡ΄. Τόν Βασιλέα.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἐν τοῖς ὑψίστοις, ὤ ἀπειρόκακοι Παῖδες, ἀγαλλόμενοι ἀεί σύν τοῖς Ἁγίοις, ἀπασιν αἰτεῖσθε, ἠμίν πταισμάτων λύσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ρείθροις αἱμάτων, τήν τοῦ Ἡρώδου μανίαν, ἀπεπνίξατε Νηπίων ἡ χορεία, ἠμᾶς δέ τή θεία, εὐφραίνετε νῦν δρόσω.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγνή Παρθένε, τήν ἀναγνόν μου καρδίαν, ἀποκάθαρον ἐλέους σου, τοῖς ρείθροις, καί τῆς ψυχοφθόρου, ρύσαι μέ ἀθυμίας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Συνόντες τοῖς Ἀγγέλοις, καί Ἁγίων δήμοις, ἡ τῶν ἁγίων Νηπίων ὁμήγυρις, ὑπέρ ἠμῶν δυσωπεῖτε Χριστόν τόν Κύριον.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἰσχύν ἠμίν αἰτεῖσθε, κατά τῶν δαιμόνων, ὤ καθαρώτατα ἅγια Νήπια, ὡς ἄν ὁσίως Κυρίω εὐαρεστήσωμεν.
Ἅγια Νήπια πρεσβεύσατε ὑπέρ ἠμῶν.
Μεθέξει Τρισηλίω, ὤ ἅγιοι Παῖδες, ἀγαλλιώμενοι ἤδη καί χαίροντες, ἐκ χαλεπῆς ἀθυμίας ἠμᾶς λυτρώσασθε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Οἱ πάσαν του Ἡρώδου, λύσαντες κακίαν, ὡς τοῦ Σωτῆρος νεοστεπτοι μάρτυρες, ὑπέρ ἠμῶν δυσωπεῖτε ἅγια Νήπια.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε Παρθένε τοῦ κόσμου βοήθεια, χαῖρε ἠμῶν σωτηρία καί καταφύγιον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Μεγαλυνάρια.
Δῆμος ἀπειρόκακος καί σεπτός, ἁγίων Νηπίων, προσηνέχθη μαρτυρικῶς, τή μετά σαρκός σου, γεννήσει Ζωοδότα, ὧν ταῖς λιταῖς παρασχου, ἠμίν τήν χάριν.
Ἡρώδης λυττήσας ὁ δυσμενής, κατά σου Οἰκτίρμον, χείρα ὤπλισε φονικήν, καί χορόν Νηπίων, ἀπέκτεινεν ἀκάκων, οὖς δόξης οὐρανίου, Σῶτερ ἠξίωσας.
Ἐκ χειρῶν μητρώων καί ἀγκαλῶν, ὡς θήρ ἀφαρπάσας, ὁ παράνομος βασιλεύς, ἀνεύθυνα βρέφη, ἀπέκτεινε τῷ ξίφει, ἄλλ΄ ὁ Δεσπότης πάντων, ταῦτα ἐδόξασε.
Αἵμασι Νηπίων ἡ Βηθλεέμ, ἀκάκων ἐβάφη, Ἐκκλησία δέ τοῦ Χριστοῦ, ὡς μάρτυρας τούτους, νεοσφαγεῖς γεραίρει, τόν ἀθλοθέτην πάντων, Χριστόν δοξάζουσα.
Χαίροις τῶν Νηπίων θεῖος χορός, ἄμωμοι θυσίαι, καί καρπώματα λογικά, οἱ τῷ Ζωοδότη, Χριστῷ προσενεχθέντες, καί πάσιν ἑξαιτοῦντες, τό θεῖον ἔλεος.
Δέξαι ἐπουράνιε βασιλεῦ, τῶν ἁγνῶν Νηπίων, τάς δεήσεις ὑπέρ ἠμῶν, καί παρασχου πάσι, τούς οἰκτισμούς σου Σῶτερ, καί τῆς ἀλήκτου δόξης, ἠμᾶς ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς: Ὅτι σου ἐστίν ἡ βασιλεία, καί ἡ δύναμις, καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν

Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Τῶν ἁγίων Νηπίων τόν θεῖον ὅμιλον, ὧν ὁ Ἡρώδης φονία χειρί ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοί ὡς θείους Μάρτυρας, ὅτι προσήχθησαν Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱερεία,
ἐκδυσωπούντα ἀπαύστως, ἐλεηθῆναι τάς ψυχᾶς ἠμῶν.

Ἐκτενής καί Ἀπόλυσις μέθ΄ἤν ψάλλομεν τό ἑξῆς:
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Σῶτερ ὁ τεχθεῖς ἐκ τῆς Ἁγνῆς, καί Ἀειπαρθένου Μαρίας, δί΄ἀγαθότητα, καί ἠμᾶς ρυσάμενος, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τῶν ἁγίων Νηπίων σου δέχου τάς δεήσεις, ἄς σοί
ἀναφέρουσιν, ὑπέρ ἠμῶν συμπαθῶς, σύ γάρ ἐμεγάλυνας ταῦτα καί τοῖς τούτων αἵμασι Λόγε, τήν σήν Ἐκκλησίαν ἐπορφύρωσας.

Κοντάκιον
Ἦχος θ΄. Ἐπεφάνης σήμερον.

Ἀστήρ Μάγους ἔπεμψε, πρός τόν τεχθέντα, καί Ἡρώδης ἄδικον, στρατόν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τόν ἐν τή φάτνη, ὡς Νήπιον κείμενον.

Συναξάριον
Τή ΚΘ΄τοῦ μηνός Δεκεμβρίου, Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπό Ἡρώδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός ἐλέησον ἠμᾶς. Ἀμήν.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Related Posts Plugin for WordPress, Blogger...